Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

4.2 Ἀθήναζε (κεφάλαιον τέταρτον)

Total questions: 10

Worksheet time: 8mins

Name
Class
Date
1.

Διὰ τί καλά ἐστι πάντα τὰ χωρία τὰ περὶ τὰς Ἀθήνας;

a)

μακράν ἐστιν ἀπὸ τῆς θαλάττης

b)

καλὴ θάλαττα αὐτὰ προσκλύζει

c)

ἡ περὶ τὰς Ἀθήνας χώρα καρποφόρος ἐστίν

d)

ἐν τοῖς περὶ τὰς Ἀθήνας ἀγροῖς πολλὰ ἐστίν καπηλεῖα

2.

Ἡ δὲ Νέαιρα, «__ τρέχεις, ὦ Μέλιττα;». Ἡ δὲ Μέλιττα, «οἴκαδε τρέχω. Σὺ δε, ὦ Νέαιρα,__ ἥκεις;». Ἡ δὲ Νέαιρα· «ἀπὸ τοῦ ἄστεως ἥκω. Σὺ δέ, τί πάσχεις». Ἡ δὲ Μέλιττα, «τὴν ὑδρίαν θραύω. Τί _ λέγειν μέλλει ἡ μήτηρ;»

a)

ποτε, ποῖ, πόθεν

b)

ποῖ, ποτε, πόθεν

c)

ποτε, πόθεν, ποῖ

d)

ποῖ, πόθεν, ποτε

3.

Ἡ θάλαττα καλή ἐστιν. οἱ Ἀθηναῖοι τὴν θάλαττ_ καὶ ἐν τῇ θαλάτ_ χωρία ἀγαπῶσιν. Ἐκ τῆς θαλάττ_ πολλὰ πλοῖα εἰς τὸν Πειραιᾶ ἥκει.

a)

-αν, -α, -ας

b)

-ην, -ῃ, -ῆς

c)

-αν, -ῃ, -ης

d)

-αν, -ᾳ, -ης

4.

ἡ Νέαιρα καὶ ἡ Μέλιττα καθίζουσιν __ τὴν ὁδόν. Αἱ κόραι __ τῆς ἑορτῆς λαλοῦσιν. Ἡ δὲ Νέαιρα, «οὐ μόνον» φήσιν, «ἐκ τῆς θαλάττης πολλοὶ ἄνθρωποι ἥκουσιν, ἀλλὰ καὶ ἀπὸ τῶν __ τὸ ἄστυ ἀγρῶν.»

a)

περί, περί, παρά

b)

περί, παρά, περί

c)

παρά, παρά, περί

d)

παρά, περί, περί

5.

Ἡ δὲ Νέαιρα· «__ δὴ θόρυβος ἐν τῷ Πειραιεῖ ἐστιν· __ γὰρ πλῆθος τῶν ἀνθρώπων ἐκ τῶν πλοίων ἐκβαίνει. Ἐνταῦθα δὲ, ἐν τῇ ἡμετέρᾳ κώμῃ, __ τοσοῦτον θόρυβον ἀκούω.»

a)

συνεχῶς, σπανίως, πανταχοῦ

b)

πανταχοῦ, συνεχῶς, σπανίως

c)

πανταχοῦ, σπανίως, συνεχῶς

d)

σπανίως, πανταχοῦ, συνεχῶς

6.

Τί ποιοῦσιν οἱ ἄνθρωποι ἐν τοῖς ἐργαστηρίοις;

a)

τὰς θραπέζας

b)

τὰς θύρας

c)

τὰ σύκα

d)

τὰς κλίνας

7.

Ἡ δὲ Μέλιττα· «__ δεῦρο, ὦ πάτερ, καὶ ἄκουε· μάλιστα βούλομαι πρὸς τὸ ἄστυ __». Ὁ δέ· «Μὴ φλυάρει, ὦ θύγατερ, __ ταχέως πρὸς τὴν κρήνην.»

a)

ἐλθέ, ἰέναι, ἴθι

b)

ἴθι, ἐλθέ, ἰέναι

c)

ἰέναι, ἴθι, ἐλθέ

d)

ἐλθέ, ἴθι, ἰέναι

8.

Ἡ Μέλιττα πρὸς τὴν κρήνην ἐπανέρχεται καὶ ἰδού, __ γυναικες ἔτι ἀλλήλαις λαλουσιν. Ἡ δὲ Μέλιττα πρὸς τὰς γυναῖκας οὐδὲν λέγει, __ γυναῖκες καλοῦσιν __.

a)

αὐταί, αἱ αὐταί, αὐτήν

b)

αἱ αὐταί, αὐταί, αὐτήν

c)

αὐταί, αἱ αὐταί, τὴν αὐτήν

d)

αἱ αὐταί, αὐταί, τὴν αὐτήν

9.

Ἡ δὲ Μυρρίνη, «οἴμοι, οὐ δυνατόν ἐστι τὴν ἑορτὴν θεωρεῖν· ὁ γὰρ __ ἀνὴρ χαλεπός ἐστιν. Αἱ δὲ γυναῖκες, «οἱ δὲ __ ἄνδρες οὔκ εἰσιν οὑτω χαλεποί, ῥᾴδιόν ἐστι πείθειν αὐτούς.

a)

ἐμός, ἡμέτεροι

b)

ἡμέτερος, ἐμοί

c)

ἐμοί, ἡμέτερος

d)

ἡμέτεροι, ἐμός

10.

Τί πάσχει ἡ Μέλιττα ἐν τῇ ὁδῷ;

a)

θραύει τὴν ὑδρίαν καὶ δακρύει

b)

τῇ Μυρρίνῃ ἐντυγχάνει· ἡ δὲ κελεύει αὐτὴν σπεύδειν

c)

πολὺν χρόνον ζητεῖ τὴν πρὸς τὴν κρήνην ὁδόν· ἀγνοεῖ γὰρ αὐτήν

d)

κόρα τις αὐτὴν διώκει· βούλεται γὰρ τῇ Μελίττῃ συλλαμβάνειν