Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

4.1 Ἀθήναζε (κεφάλαιον τέταρτον)

Total questions: 10

Worksheet time: 7mins

Name
Class
Date
1.

Τί ποιοῦσιν οἱ ἄνθρωποι διὰ τοῦ χειμῶνος;

a)

ὁ Ξανθίας καθ’ ἡμέραν σπείρει τὸ σπέρμα

b)

ὁ Δικαιόπολις καὶ ὁ δοῦλος τὰς ἐλαίας πιέζουσιν

c)

ὁ Φίλιππος τοῖς προβάτοις χόρτον παρέχει καὶ ἀμέλγει αὐτά

d)

οἱ ἄνθρωποι ἐν τῷ αὐλίῳ οἰκοῦσιν

2.

Τίς ἐστιν ἡ Μέλιττα;

a)

ἡ τοῦ Δικαιοπόλιδος καὶ τῆς Μυρρίνης θυγάτηρ

b)

ἡ τοῦ Ξανθίου γυνή

c)

κόρη μάλη καλή

d)

ὁ ἄγροικος ἀνήρ

3.

Ἐπεἰ πρὸς τὴν κρήνην βαίνουσιν, τί ποιοῦσιν ἥ τε Μέλιττα καὶ ἡ Μυρρίνη;

a)

τὰ κὰτ’ οἶκον ἔργα ποιοῦσιν

b)

μετὰ τῶν παιδίων παίζουσιν

c)

διαπερῶσι τὴν ἐν τῇ κώμῃ ἀγοράν

d)

μεγάλας ὑδρίας φέρουσιν

4.

Μεγάλαι εἰσὶν αἱ ὑδρίαι, __ οὐ δύνατόν ἐστι σπεύδειν.

a)

ὥστε

b)

διὰ τοῦτο

c)

ὥσπερ

d)

ἀλλ’ ὅμως

5.

Τί ποιοῦσιν αἱ γυναίκες πρὸς τῇ κρήνῃ;

a)

διαλέγονται ἀλλήλαις

b)

ἐξ ἑωθινοῦ τὰς ὑδρίας γεμίζουσιν

c)

τὴν ἑορτὴν ποιοῦσιν

d)

ἀκούουσιν τοὺς χοροὺς καὶ τοὺς ἀγῶνας θεωροῦσι

6.

Αἱ γυναῖκες ἀπὸ τῆς ἀγορ_ ἀποχωροῦσιν καὶ εἰς τὴν κώμ_ ἐπανέρχονται· μόνον ἡ Μυρρίνη ἐν τῇ καλ_ ἀγορ_ ἔτι μένει.

a)

-ῆς, -αν, -ᾷ, -ῇ

b)

-ῆς, -ην, -ῇ, -ῇ

c)

-ᾶς, -αν, -ᾷ, -ᾷ

d)

-ᾶς, -ην, -ῇ, -ᾷ

7.

Τίς ἐστιν ἡ Φαίδρα;

a)

ἡ τῆς Μυρρίνης δούλη

b)

ἄλλη γυνή τοῦ Δικαιοπόλιδος

c)

δέσποινά τις, τῇ δὲ κρήνῃ προσχωρεῖ

d)

ἄγγελός τις, ἀπὸ γὰρ τοῦ ἀστεως ἥκει

8.

Ποῖός ἐστιν ὁ τῆς Φαίδρας ἀνήρ;

a)

τοὺς δούλος πολλάκις κολάζει

b)

ἀγανακτεῖ, εἰ μὴ δειπνεῖ

c)

πρὸς τοὺς δούλους χαλεπαίνει

d)

δοῦλός ἐστιν ἄθλιος καὶ πολλάκις ψέγει τὸν δεσπότην

9.

Διὰ τί ἥ τε Φαίδρα καὶ ἡ δούλη σπεύδουσιν οἴκαδε ἐπανιέναι;

a)

ὁ γὰρ ἥλιος αὐτίκα καταδύνει· ὥρα ἐστὶ καθεύδειν

b)

ἐθέλουσι δεῖπνον παρασκευάζειν τῷ δεσπότῃ

c)

οὐδὲν ὕδωρ ἐν τῇ οἰκίᾳ ἐστίν

d)

ἄγγελος ἥκει ἀπὸ τοῦ δεσπότου· κελεύει αὐτὰς ἐπανιέναι

10.

Οἱ δοῦλοι ψέγουσι τὸν δεσπότ_· «Ὁ μὲν οὐρανὸς παρέχει τῷ δεσπότ_ μέγαν κλῆρον, οἱ δὲ τοῦ δεσπότ_ βόες μεγάλοι εἰσίν. Ἀλλ’ ὁ δεπότης ἔτι ἀγανακτεῖ. Διὰ τί χαλεπαίνεις πρὸς ἡμᾶς, ὦ δέσποτ_;»

a)

-ην, -ῃ, -ης, -η

b)

-ον, -ῳ, -ου, -α

c)

-ην, -ῃ, -ου, -α

d)

-α, -ῃ, -ου, -ης